Εὐχὴ 1η
λεγομένη καὶ εἰς λοιμικήν νόσον
εἰς τὸν ἐν Τριάδι μόνον Θεὸν ἡμῶν
Συμεὼν Ἀρχιεπισκόπου Θεσσαλονίκης
Ἄναρχε, αἰώνιε, δέσποτα Θεέ, Πάτερ πανάγιε, παντοκράτορ, μετὰ τοῦ ζῶντος καὶ ἀγαθοῦ Λόγου σου καὶ τοῦ Παρακλήτου σου Πνεύματος, δέξαι συμπαθῶς τὰς δεήσεις ἡμῶν τῶν ἁμαρτωλῶν. Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, Κύριε Ἰησοῦ Χριστέ, μετὰ τοῦ εὐσπλάγχνου Πατρὸς σου καὶ τοῦ ἱλαροῦ Πνεύματος πρόσδεξαι ἐν ἐλέει τὰς ἱκεσίας ἡμῶν τῶν ἐλαχίστων. Τὸ πανάγιον καὶ ὑπεράγαθον ἐκ τοῦ Πατρὸς θεῖον Πνεῦμα σὺν τῷ πανοικτίρμονι Πατρὶ καὶ τῷ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντι διὰ φιλανθρωπίαν Υἱῷ δέξαι τὰς ἐν θλίψει φωνὰς τοῦ τεταπεινωμένου λαοῦ σου. Ἡ ὁμοούσιος καὶ ἀδιαίρετος Τριάς, ἡ μία βασιλεία καὶ φύσις, ὁ τρισάγιος Κύριος, ἐπάκουσον τῆς δεήσεως ἡμῶν τῶν ταπεινῶν ἱκετῶν σου καὶ διὰ τὴν σὴν ἀμέτρητον ἀγαθότητα συγχώρησον ἡμῖν τὰ ἀναρίθμητα πταίσματα.
λεγομένη καὶ εἰς λοιμικήν νόσον
εἰς τὸν ἐν Τριάδι μόνον Θεὸν ἡμῶν
Συμεὼν Ἀρχιεπισκόπου Θεσσαλονίκης
Ἄναρχε, αἰώνιε, δέσποτα Θεέ, Πάτερ πανάγιε, παντοκράτορ, μετὰ τοῦ ζῶντος καὶ ἀγαθοῦ Λόγου σου καὶ τοῦ Παρακλήτου σου Πνεύματος, δέξαι συμπαθῶς τὰς δεήσεις ἡμῶν τῶν ἁμαρτωλῶν. Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, Κύριε Ἰησοῦ Χριστέ, μετὰ τοῦ εὐσπλάγχνου Πατρὸς σου καὶ τοῦ ἱλαροῦ Πνεύματος πρόσδεξαι ἐν ἐλέει τὰς ἱκεσίας ἡμῶν τῶν ἐλαχίστων. Τὸ πανάγιον καὶ ὑπεράγαθον ἐκ τοῦ Πατρὸς θεῖον Πνεῦμα σὺν τῷ πανοικτίρμονι Πατρὶ καὶ τῷ δι᾽ ἡμᾶς ἐνανθρωπήσαντι διὰ φιλανθρωπίαν Υἱῷ δέξαι τὰς ἐν θλίψει φωνὰς τοῦ τεταπεινωμένου λαοῦ σου. Ἡ ὁμοούσιος καὶ ἀδιαίρετος Τριάς, ἡ μία βασιλεία καὶ φύσις, ὁ τρισάγιος Κύριος, ἐπάκουσον τῆς δεήσεως ἡμῶν τῶν ταπεινῶν ἱκετῶν σου καὶ διὰ τὴν σὴν ἀμέτρητον ἀγαθότητα συγχώρησον ἡμῖν τὰ ἀναρίθμητα πταίσματα.
Διὰ τὸ σὸν ἀνυπέρβλητον ἔλεος οἰκτείρησον ἡμᾶς τοὺς δικαίως παιδευομένους
ὡς σὲ τὸν δίκαιον παροργίσαντας. Διὰ τοὺς ἀφάτους οἰκτιρμούς
σου σῶσον ἡμᾶς κινδυνεύοντας καὶ λύτρωσαι ἡμᾶς ἐκ πάσης δικαίας ἀπειλῆς καὶ ὀργῆς σου. Ἐξελοῦ ἡμᾶς ἀπὸ τοῦ πονηροῦ καὶ πάντων
τῶν ἐπιτηδευμάτων
αὐτοῦ καὶ μηχανημάτων. Διασκέδασον πάντα πειρασμὸν ἀφ᾽ ἡμῶν αἰσθητόν τε καὶ νοητόν· δίωξον πᾶσαν θλῖψιν καὶ στένωσιν ἀφ᾽ ἡμῶν καὶ διαφύλαξον
ἡμᾶς ἀπὸ λιμοῦ καὶ λοιμοῦ, ἀώρου
θανάτου καὶ αἰφνιδίου καὶ πάσης ἄλλης κακώσεως, πᾶν σκάνδαλον καὶ ταραχὰς ἐπεγειρομένας περίελε ἀφ᾽ ἡμῶν.
Καὶ δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διάγειν καὶ τῇ πρὸς σὲ καὶ ἀλλήλους ἐμμένειν ἀγάπῃ, ποιεῖν τε τὰς ἐντολάς σου
καὶ τὴν μὲν παροῦσαν ζωὴν εὐαρέστως σοι διανύσαι καὶ εὐσεβῶς αὐτὴν διὰ μετανοίας τελειῶσαι. Ἀξίωσον δὲ ἡμᾶς καὶ τῆς ἐπουρανίου καὶ αἰωνίου δόξης
καὶ βασιλείας σου. Ὅτι σὺ εἶ Θεὸς ἡμῶν καὶ ἐπὶ σοὶ ἐλπίζομεν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν καὶ τὸ ὄνομά σου ἐπικαλούμενοι
σωθῆναι ἐλπίζομεν,
πρεσβείαις τῆς παναγίας ἀειπαρθένου Θεοτόκου, τῶν φιλανθρωποτάτων ἀγγέλων σου καὶ πάντων σου τῶν ἁγίων.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν καὶ φιλανθρωπίας ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ 2η
ἐπὶ συμφορᾷ λαοῦ
λεγομένη καὶ εἰς λοιμικὴν ἀσθένειαν
Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως
ἐπὶ συμφορᾷ λαοῦ
λεγομένη καὶ εἰς λοιμικὴν ἀσθένειαν
Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως
Άναρχε
βασιλεῦ, ἀόρατε, ἀνεξιχνίαστε, ἀκατάληπτε, ἀνέκφραστε, ὁ πᾶσαν δρακὶ περιέχων τὴν κτίσιν καὶ διατηρῶν, ὁ διακατέχων
καὶ διακυβερνῶν αὐτήν, ἀρρήτῳ λόγῳ, ὁ τῶν Νινευϊτῶν τὰς ἀνομίας, πρότερον μὲν ἀνεχόμενος, ὕστερον δὲ τὴν μετάνοιαν αὐτῶν καὶ ἐπιστροφὴν
προσδεξάμενος καὶ χαρισάμενος αὐτοῖς, δι᾽ ὑπερβάλλουσαν ἀγαθότητα καὶ μακροθυμίαν, πάσας τὰς ἀνομίας καὶ τὰ πλημμελήματα τῇ συνήθει καὶ ἀφάτῳ σου φιλανθρωπίᾳ δεξάμενος· δέξαι καὶ ἡμῶν τὰς εὐχάς, καθάπερ, ὡς εἴρηται, τῶν Νινευϊτῶν τὴν ἐπιστροφὴν καὶ μετάνοιαν· δέξαι τὰ δάκρυα καὶ τοὺς
στεναγμούς· δέξαι τὴν τεταπεινωμένην ἡμῶν δέησιν, οὐδὲ γὰρ δυνάμεθα,
ὅλως ταῖς ἁμαρτίαις γενόμενοι, πρὸς σὲ τὸν μόνον ἀναμάρτητον ἀτενίζειν· δέξαι τὰς ἐκ βάθους, ὡς δίκην καπνοῦ, ἀναπεμπομένας σοι τῷ Δεσπότῃ κραυγάς· δέξαι τοῦ ταλαιπωρημένου λαοῦ τὴν παράκλησιν.
Νικησάτω ἡ ἄβυσσος τῆς σῆς εὐσπλαγχνίας
τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν· καὶ δὸς τῷ λαῷ σου λύτρωσιν, ἐλευθερίαν τῶν πειρασμῶν καὶ τοῦ θανάτου τομῆς ἄφεσιν.
Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ἐπάκουσον τοῦ λαοῦ σου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ στῆσον τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπεγειρομένην
ἐπὶ τὸν κλῆρον τῶν δικαίων,
οὓς σὺ μόνος οἶδας καὶ ἐπίστασαι,
παρ᾽ αὐτῶν μὴ γινωσκόμενος. Ὅπως καὶ δι᾽ ἡμῶν τῶν σῶν ἀχρείων
δούλων δοξασθῇ τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ 3η
ἐπὶ συμφορᾷ λαοῦ
Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως
ἐπὶ συμφορᾷ λαοῦ
Καλλίστου Πατριάρχου Κωνσταντινουπόλεως
Ὑπεράγαθε Κύριε, δημιουργὲ τοῦ παντός, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ
φιλανθρωπία ἀνείκαστος· ὁ τὰς ἀνομίας ἡμῶν πάσας ἀράμενος καὶ τῷ σταυρῷ προσηλώσας
ἵνα καθαγιάσῃς ἡμᾶς· θαρροῦντες προσπίπτομεν ἱκετικῶς, ἀνεξίκακε Κύριε, καὶ τῆς σῆς ἀφάτου καὶ ἀμετρήτου φιλανθρωπίας τὸ πέλαγος ὑποσκοποῦντες, κράζομεν
πρὸς σὲ τὸν εὐδιάλλακτον Κύριον· Σῶσον ἡμᾶς. Οὐ φαρισαϊκῶς τὰς ᾠδὰς ἡμῶν καὶ ὑμνῳδίας ἀναφέρομεν, ἀλλὰ τελωνικῶς. Οὐδὲ κατὰ τὸν ἀγνώμονα ἐκεῖνον λῃστήν, ἀλλὰ κατ᾽ αὐτὸν τὸν εὐγνώμονα καὶ εὐχάριστον βοῶμεν τό· Μνήσθητι.
Διὰ τοῦτο νικησάτω τὸ ἀνεξερεύνητον ἔλεος τὰς ἀνομίας ἡμῶν, εἰ καὶ μὴ προσηκόντως μετανοοῦμεν καὶ ἐπιστρέφομεν· δεῖξον καὶ ἐν ἡμῖν τῆς φιλανθρωπίας σου τὸ μέγεθος· σπλαγχνίσθητι καὶ διαλλάγηθι ὡς μακρόθυμος ἐπὶ τῷ λαῷ σου· στῆσον τὸ δρέπανον
τοῦ θανάτου, ὥστε μὴ καθ᾽ ἡμῶν προβῆναι· στῆσον τὴν ταχεῖαν καὶ ἄωρον τούτου τομήν· στῆσον τῆς λοιμώδους νόσου τὴν δικαίαν ταύτην φθοράν· στῆσον τὴν ῥομφαίαν τὴν καθ᾽ ἡμῶν
διεγειρομένην, ἵνα μὴ ἀπολώμεθα· σοὶ γὰρ μόνῳ ἡμάρτομεν, ἀλλὰ καὶ σοὶ μόνῳ προσπίπτομεν.
Ναί, Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν
καὶ ἀχρείων δούλων σου ἐν τῇ ὥρᾳ ταύτῃ καὶ μὴ ἀπώσῃ τὰς δεήσεις ἡμῶν· πάριδε τὰ
πλημμελήματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ, ἵνα
δοξασθῇ ἐν ἡμῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ ΔΙΑ
ΤΟΝ ΚΟΡΩΝΟΪΟΝ
Ποίημα Μητροπολίτου Ἐδέσσης ΙΩΗΛ
Ποίημα Μητροπολίτου Ἐδέσσης ΙΩΗΛ
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀρχίατρος τῶν ψυχῶν καὶ τῶν
σωμάτων, ὁ δι᾽ ἡμᾶς ἐνανθρωπήσας, ἵνα ἰάσῃς τὸ μέγα τραῦμα τὸν ἄνθρωπον, ὁ μὴ
καταφρονήσας τοὺς ἀνιάτως νοσήσαντας δέκα λεπρούς, ἀλλὰ τῇ σωστικῇ χάριτί σου
καθαρίσας αὐτούς, ὁ διελθὼν ὡς Θεάνθρωπος τὰς ἡμέρας τῆς ἐπὶ γῆς παρουσίας σου
εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς ἀρρωστοῦντας καὶ κακῶς ἔχοντας, ὁ εὐεργετήσας
καὶ ἀποκαταστήσας ὑγιαίνοντας, παραλυτικούς, τυφλούς, βαρέως ἡμαρτηκότας,
δαιμονιῶντας καὶ ἐμπαθεῖς κατ᾽ ἄμφω, ἤγουν ἐν τῇ σαρκὶ καὶ τῷ νοΐ, πρόσδεξαι
εὐμενῶς τὴν δέησιν ἡμῶν καὶ φυγάδευσον τῇ δυνάμει σου, τὸν φονευτὴν ἰὸν τὸν
σχῆμα κορώνας φέροντα, καὶ προκαλοῦντα φοβίας ἢ καὶ θάνατον εἰς ἀσθενεῖς καὶ
ἀναξιοπαθοῦντας.
Καὶ εἰ μὲν διὰ τὰς πολλὰς ἁμαρτίας ἡμῶν, ἐπέτρεψας τὸν πειρασμὸν
τοῦτον, ἱκετεύομέν σοι ὡς ἐλεῆμον, ἵνα ἄρῃς αὐτὸν ἀφ' ἡμῶν καὶ ἀπὸ πάσης τῆς
οἰκουμένης.
Εἰ δὲ διὰ δοκιμασίαν τῆς πίστεως ᾠκονόμησας, τὴν ἐπικράτησιν
αὐτοῦ, παῦσον τὸν τάραχον τῶν ἀσθενῶν ἀπὸ τῆς ἐπιδημίας αὐτοῦ.
Εἰ δὲ ὑπὸ τῆς κακουργίας τοῦ ἀντικειμένου ἢ καὶ ἀμελείας τῶν
ἐπιπολαίων ἀνθρώπων οὗτος διεδόθη, θραῦσον τὴν ἰσχὺν αὐτοῦ ὡς Θεὸς
παντοδύναμος.
Φύλαξον τὴν νεότητα, καὶ περιφρούρησον τοὺς ἀσθενήσαντας, καὶ τοὺς
ἐν γήρατι ὄντας ἐκ τοῦ ἐπαράτου ἰοῦ θεράπευσον, καὶ πάντας ἀπάλλαξον ἐκ τῆς
συνοχῆς τῆς καρδίας, καὶ ἀντὶ ταύτης δώρησαι ἡμῖν, ὑγιείαν ἄνεσιν καὶ
πλατισμόν, πρεσβείαις τῆς Κυρίας Θεοτόκου καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.
Ευχή
δια την εκ του κορωνοιού δοκιμασίαν
Πανάγαθε Πάτερ και Κύριε, ο
Θεός ημών, ο ιατρός των ψυχών και των σωμάτων ημών, ο απαύστως το γένος ημών
«ευεργετών και ιώμενος» (Πραξ. ι΄ 38), ο σπεύδων παρασχείν φάρμακα κουφισμού
του άλγους ως και ολοσχερούς θεραπείας και σωτηρίας τοις αλγεινώς και δυσιάτως
νοσούσιν, ο μόνος δυνάμενος θεραπεύειν πάσαν νόσον ψυχικήν τε και σωματικήν, ο
και διά των ασθενειών παιδαγωγών ημάς, τους εν τρίβοις αμαρτίας πορευομένους, ο
θλιβόμενος ορών, ότι «εψύγη η αγάπη των πολλών» (Ματθ. κδ΄ 12), των ασυμπαθώς,
οίμοι, πολιτευομένων, ο φιλάνθρωπος και ελεήμων, ο αεί και διά παντός κηδόμενος
της σωτηρίας των ανθρώπων και προς το συμφέρον πάντα λυσιτελώς οικονομών και
προνοούμενος και αυτό πάσιν απονέμων κατά το μέγα και πλούσιόν Σου έλεος, ο
επιτρέψας και την παρούσαν διά του κορωνοιού δοκιμασίαν, εν η το ευλογημένον
γένος ημών κακώς οδυνάται, ο τη αφάτω Σου αγαθότητι σχίσας το χειρόγραφον των
ημών αμαρτιών διά του υπερτίμου Σου αίματος, ο εκ του φλέγοντος πυρός των
ασθενειών και περιστάσεων οδηγών ημάς εις δροσισμόν και αναψυχήν, Αυτός,
Πανοικτίρμον και πανευΐλατε Θεάνθρωπε, ο Κύριος του ουρανού και της γης, απέλασον
αφ’ ημών τη πανσθενεί Δεξιά Σου τον εκ του κορωνοιού κίνδυνον και εν υγιεία
συντήρησον τους εις Σε πιστεύοντας και τη δυνάμει Σου καταφεύγοντας, ότι Συ ει
ο ταχύς αρωγός των εν κινδύνοις, η παραμυθία των εν θλίψεσιν, η επίσκεψις και
ίασις των ασθενούντων, ο σωφρονισμός των δαιμονώντων, η αντίληψις των
καμνόντων, η έγερσις των παραλύτων, η των τυφλών ανάβλεψις, η των χωλών
ευδρομία, η ρώσις των νοσούντων.
Πρόσδέξαι ούν, φιλάνθρωπε
Σώτερ και Κύριε, την δέησιν ημών και δος ημίν την ταχείάν σου αντίληψιν· ίδε εν
όμματι συμπαθείας τους πάσχοντας οικέτας Σου και απάλλαξους ημάς τε και αυτούς
της συνεχούσης του κορωνοιού μάστιγος.
Δος τοις εξ αυτού νοσούσι
την τελείαν ίασιν και ποθεινήν υγίειαν και πάσιν ημίν, θερμώς δεομένοις Σου,
την δαψιλή χάριν Σου, ότι Σοι πρέπει πάσα δόξα, τιμή και προσκύνησις συν τω
ανάρχω Σου Πατρί και τω Παναγίω και αγαθώ και ζωοποιώ Σου Πνεύματι νυν και
αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Κανών Παρακλητικός εις τον Φιλανθρωπότατον Υιόν του Θεού του Ζώντος Μόνου Νικητού του ιού της κορώνης, ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια, Μεγάλου Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου