Και δος ημίν, Δέσποτα...


ΕΥΧΗ  ΕΙΣ  ΤΟΝ  ΚΥΡΙΟΝ  ΗΜΩΝ
ΙΗΣΟΥΝ  ΧΡΙΣΤΟΝ

Και δος ημίν, Δέσποτα, προς ύπνον απιούσιν, ανάπαυσιν σώματος και ψυχής και διαφύλαξον ημάς από του ζοφερού ύπνου της αμαρτίας, και από πάσης σκοτεινής και νυκτερινής ηδυπαθείας.  Παύσον τας ορμάς των παθών, σβέσον τα πεπυρωμένα βέλη του πονηρού, τα καθ’  ημών δολίως κινούμενα, τας της σαρκός ημών επαναστάσεις κατάστειλον, και πάν γεώδες και υλικόν ημών φρόνημα κοίμισον.  Και δώρησαι ημίν, ο Θεός, γρήγορον νούν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ύπνον ελαφρόν, και πάσης σατανικής φαντασίας απηλλαγμένον.  Διανάστησον δε ημάς εν τω καιρώ της προσευχής, εστηριγμένους εν ταις εντολαίς σου, και την μνήμην των σων κριμάτων εν εαυτοίς απαράθραυστον, έχοντας.  Παννύχιον ημίν την σην Δοξολογίαν χάρισαι εις το υμνείν, και ευλογείν, και δοξάζειν το πάντιμον και μεγαλοπρεπές όνομά σου, του Πατρός, και του Υιού και του Αγίου Πνεύματος, νυν, και αεί και εις τους αιώνας των αιώνων.  Αμήν.

Υπερένδοξε, αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τω Υιώ σου και Θεώ ημών, και αίτησαι, ίνα σώση δια σου τας ψυχάς ημών.

Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το ΄Αγιον, Τριάς αγία, δόξα σοι.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Σχόλια

  1. Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς·

    καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας,

    καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας.

    Παῦσον τὰς ὁρμὰς τῶν παθῶν,

    σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, τὰ καθ᾿ ἡμῶν δολίως κινούμενα·

    τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον,

    καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμησον.

    Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν,

    ὕπνον ἐλαφρόν, καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον.

    Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς, ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου,

    καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας.

    Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν, καὶ εὐλογεῖν, καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

    ΑπάντησηΔιαγραφή

Δημοσίευση σχολίου