Συνολικές προβολές σελίδας


Απ' τα κόκαλα βγαλμένη των Ελλήνων τα ιερά, και σαν πρώτα ανδρειωμένη, χαίρε, ω χαίρε, Ελευθεριά!

Τρίτη 7 Αυγούστου 2018

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον «Άξιον εστίν»

http://yiorgosthalassis.blogspot.com/2018/08/blog-post_90.html
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς:

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.



Ἀπ’ οὐρανοῦ ξένῃ μορφῇ ὡς ἐπέστη, ὁ Γαβριὴλ τῶν ἀσωμάτων ὁ ἄρχων, τῇ σῇ Εἰκόνι ἔστη καὶ ἐβόησεν· Ἄξιον ἐστὶν Ἁγνή, ἀνυμνεῖν καὶ δοξάζειν, ὡς ἀειμακάριστον, τοῦ Θεοῦ σε Μητέρα. Ἀλλ’ ὦ Παρθένε Δέσποινα ἡμᾶς, τῇ κραταιᾷ σου, πρεσβείᾳ περίεπε.

Δόξα. Καὶ νῦν. Ὅμοιον.

Καθάπερ γέρας καὶ διάδημα θεῖον, ὁ περιώνυμος ναὸς τοῦ Πρωτάτου, τὴν σὴν Εἰκόνα κεκτημένος γάννυται, ἅπας δὲ ὁ κλῆρός σου ταύτῃ πίστει προστρέχει, Ἄξιόν ἐστι βοῶν, ἀνυμνεῖν καὶ δοξάζειν, σὲ τοῦ Θεοῦ Μητέρα τὴν Ἁγνήν, τὴν ρυομένην ἡμᾶς πάσης θλίψεως.

Ὁ Ν’ καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς:
«Ἄξιον ἐστὶν ὑμνεῖν σε Κόρη. Γερασίμου».

Ὠδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.

Ἀφ’ ὕψους ἐπέστη ὁ Γαβριήλ, Μοναχοῦ ἐν εἴδει, καὶ ἐβόα πανευλαβῶς· Ἄξιόν ἐστί σε μακαρίζειν, ὡς τοῦ Σωτῆρος Μητέρα πανάφθορον.

Ξενίσας τῷ ὕμνῳ σου τῷ καινῷ, νυκτὶ ὡς ἐπέστη, τὸν μονάζοντα ὁ φανείς, οὕτω πρέπον ἔλεγε δοξάζειν, καὶ ἀνυμνεῖν τὴν Ἁγνὴν Θεομήτορα.

Ἰσχὺν καὶ παράκλησιν ἀληθῆ, λαμβάνομεν Κόρη, ἐξ Εἰκόνος σου τῆς σεπτῆς, Ἄξιόν ἐστι τῆς καλουμένης, καὶ χορηγούσης, ἡμῖν χάριν ἄφθονον.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Ἁγνὴ Θεοτόκε, τὸν σὸν κλῆρον τὸν εὐαγῆ, Ἄθω τὸ περίοπτόν σου Ὄρος, πάσης ἀνάγκης καὶ βλάβης ἀπάλλαττε.

Ὠδὴ γ’. Οὐρανίας ἁψῖδος.

Νᾶμα ἄϋλον βλύζει, ἡ σὴ Εἰκὼν Ἄχραντε, Ἄξιον ἐστὶν ἀοράτως, ἐπισκιάσει σου, θείας χρηστότητος, καὶ γλυκασμὸν σωτηρίας, τοῖς πιστῶς προσπίπτουσι, ταύτῃ ἑκάστοτε.

Ἐν νυκτὶ ὡς ἐπέστη, ὕμνον τὸν σὸν ἔψαλλε, ξένῃ ἐν μορφῇ Θεοτόκε, πρὸ τῆς Εἰκόνος σου, ὁ θεῖος Ἄγγελος, ὃν νῦν μιμούμενοι πίστει, ᾄδομεν δοξάζοντες, τὰ μεγαλεῖά σου.

Σωτηρίαν ἐξαίτει, καὶ τῶν παθῶν λύτρωσιν, τοῖς ἐν τῷ ἁγίῳ σου κλῆρῳ, πιστῶς μονάζουσιν, ὡς ἐπηγγείλω Ἁγνή, καὶ εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἰκόνα σου, Θεογεννήτρια.

Τὴν σεπτήν σου Εἰκόνα, καὶ θαυμαστὴν Ἄχραντε, Ἄξιόν ἐστιν ἣν καλοῦμεν, ὥσπερ ἁγίασμα, περικυκλοῦντες πιστῶς, καὶ ἁσπαζόμενοι πόθῳ, ἐξ αὐτῆς λαμβάνομεν, χάριν καὶ ἔλεος.

Διάσωσον Θεοκυῆτορ τὸν κλῆρόν σου πάσης βλάβης, τὸν ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντα, ᾗ πάλαι ᾖσεν Ἀρχάγγελος τὸν σὸν ὕμνον.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ἦχος β’. Πρεσβεία θερμή.

Προστάτιν θερμήν, ὁ Ἄθως σε πεπλούτηκε, καὶ πίστει Ἁγνή, τὴν ἱερὰν Εἰκόνα σου, τὴν καλουμένην Δέσποινα Ἄξιόν ἐστιν περιπτύσσεται, καὶ ἐκβοᾷ ἐκ βαθέων ψυχῆς· Μὴ παύσῃ Παρθένε περιέπων με.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.

Ἱερὸν φυλακτήριον, καὶ σεπτὸν ἀγλάϊσμα τὴν Εἰκόνα σου, ὁ ναὸς Πρωτάτου κέκτηται, Ἄξιόν ἐστι τὴν ὑπερθαύμαστον.

Νοσημάτων ἀπάλλαξον, καὶ παντοίων πόνων καὶ περιστάσεων, τοὺς προσπίπτοντας Πανάμωμε, Ἄξιόν ἐστι σῷ Ἐκτυπώματι.

Ὑπερύμνητε Δέσποινα, ἡμῶν τὰς δεήσεις προσδέχου πάντοτε, ὡς ἐδέξω πάλαι Ἄχραντε, τὸν τοῦ Ἀρχαγγέλου ὕμνον ἅγιον.

Μοναστὴς ὁ θεόληπτος, ἐν πλακὶ ὡς εἶδε τὸν ἐγχαράξαντα, τῷ δακτύλῳ τὸ μελώδημα, ἔκπληκτος ἀνύμνει σε Πανύμνητε.

Ὠδη ε’. Φώτισον ἡμᾶς.

Νύκτα τῶν παθῶν, τῷ φωτὶ τῆς σῆς λαμπρότητος, ἀποδίωκε Παρθένε ἀφ’ ἡμῶν, τῶν ἐν πίστει προσπιπτόντων τῇ Εἰκόνι σου.

Ἔχει ὁ ναός, τοῦ Πρωτάτου Παναμώμητε, ὡς θησαύρισμα ὦ Ἄξιόν ἐστι, τὴν Εἰκόνα σου τὴν θείαν σεμνυνόμενος.

Ἴδε συμπαθῶς, τοὺς ἑστῶτας μετὰ πίστεως, τῇ Εἰκόνι σου ὦ Ἄξιον ἐστι, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.

Νόσων χαλεπῶν, καὶ ποικίλων περιστάσεων, καὶ ἐχθρῶν τῶν ἀοράτων τῆς φθορᾶς, ἀνωτέρους ἡμᾶς φύλαττε Πανύμνητε.

Ὠδὴ στ’. Τὴν δέησιν.

Σωτῆρος, καὶ τοῦ Θεοῦ ὡς Μητέρα, ἀνυμνών σε ὁ φανεὶς ἀνεβόα, ἄξιον ὄντως ἐστὶ τοῦ δοξάζειν, καὶ μακαρίζειν τὴν μόνην Πανύμνητον, ὧν μοναχὸς ὁ εὐλαβής, ἐπακούσας ἐξίστατο Δέσποινα.

Ἐν πίστει, ἐν τῷ ναῷ τοῦ Πρωτάτου, προσιόντες τὴν σεπτήν σου Εἰκόνα, πανευλαβῶς προσκυνοῦντες βοῶμεν· Ἄξιον ὄντως ἐστὶ μακαρίζειν σε, οἷα Μητέρα τοῦ Θεοῦ, καὶ τοῦ Ἄθω προστάτιν καὶ ἔφορον.

Κατεῖδεν, ὁ μοναστὴς ξένον θαῦμα, τῷ δακτύλῳ χαραχθεῖσαν τὴν πλάκα· νῦν δὲ ἡμεῖς τῇ σεπτῇ σου Είκόνι, παρεστηκότες βοῶμεν ἐν θαύματι· Θεογεννῆτορ Μαριάμ, σὺ ἡμῶν προστασία καὶ ἔφορος.

Ὁ ὕμνος, ὃν Γαβριὴλ πάλαι ᾖσε, τῇ ἁγία σου Εἰκόνι Παρθένε, διαβεβόηται πάσῃ τῇ κτίσει, καὶ Ἐκκλησία Χριστοῦ ἡ Ὀρθόδοξος, σὺν Ἄθωνι τῷ εὐαγεῖ, ἀνυμνεῖ τὰ πολλὰ μεγαλεῖά σου.

Διάσωσον Θεοκυῆτορ τὸν κλῆρόν σου πάσης βλάβης, τὸν ἐν πίστει τῇ σῇ Εἰκόνι προσπίπτοντα, ᾗ πάλαι ᾖσεν Ἀρχάγγελος τὸν σὸν ὕμνον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Τὴν φωνὴν τοῦ Ἀρχαγγέλου πιστῶς κράζοντες, Κεχαριτωμένη Μῆτερ Ἀειπάρθενε, Ἄξιον ἐστὶν ὡς ἀληθῶς βοῶμέν σοι, μακαρίζειν σε καὶ ἀνυμνεῖν τὴν παμμακάριστον ἀεί, καὶ Μητέρα τοῦ Κτίσαντος· Σὺ γὰρ Θεογεννῆτορ, Ἄθωνος προστασία, καὶ μεσιτεία πρὸς Θεόν, ἡμῶν πάντων ἀκαταίσχυντος.

Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ.: Τὸ πρόσωπόν σου λιτανεύσουσιν…

Εὐαγγέλιον κατὰ Λουκᾶν.

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπε· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Παναχράντου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Στίχ.: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Νύκτωρ ὁ Ἀρχάγγελος, τῷ Μοναχῷ ὡς ἐπέστη, ᾖσε τὰ προοίμια, τοῦ ἁγίου ὕμνου σου Ἀειπάρθενε· νῦν ἡμεῖς Δέσποινα, πίστει παρεστῶτες, τῇ Εἰκόνι σου προσᾴδομεν, ὕμνους βοῶντές σοι· Ἄξιον ἐστὶ μακαρίζειν σε, τὴν μόνην παμμακάριστον, καὶ Θεοῦ Μητέρα τὴν ἄχραντον. Ἀλλὰ Θεοτόκε, βοήθεια ἡμῶν καὶ προσφυγή, μὴ διαλίπῃς παρέχουσα, ἡμῖν τὰ ἐλέη σου.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς…

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ῥήμασι τοῦ Ἀγγέλου, πειθαρχοῦντες Παρθένε πιστῶς προσπίπτομεν, τῇ θείᾳ σου Εἰκόνι, ἐν ᾗ πρῶτον ἐψάλη, ὁ σὸς ὕμνος καὶ κράζομεν· Ἄξιον ὄντως ἐστίν, ὑμνεῖν σε εἰς αἰῶνας.

Ἡ πληθὺς Μοναζόντων, ὁμοφώνος βοῶμέν σοι Παναμώμητε, τὸ Ἄξιόν ἐστί σοι, δοξάζειν καθ’ ἑκάστην, τῇ σωζούσῃ ἑκάστοτε, τὸν κλῆρόν σου τὸν σεπτόν, ἐκ πάσης ἐπηρείας.

Γνωστὸν γέγονε πᾶσι, τὸ ἐν Ἄδειν Παρθένε ἔργον ἐξαίρετον· διὸ τῆς σῆς προνοίας, κηρύττομεν τὴν χάριν, ὁμοφώνως κραυγάζοντες· χαῖρε Παρθένε Ἁγνή, τοῦ Ἄθω προστασία.

Ἐν ναῷ τοῦ Πρωτάτου, τὴν σεπτήν σου Εἰκόνα μετεκομίσαντο, ἐν πάσῃ εὐλαβείᾳ· ᾗ πίστει παρεστῶτες, Θεοτόκε βοῶμέν σοι, Χαῖρε Παρθένε Ἁγνή, τοῦ Ἄθω προστασία.

Ὠδὴ η’. Τὸν Βασιλέα.

Ῥημάτων θείων, ἐνωτισθεὶς τοῦ Ἀγγέλου, Παναμώμητε ὁ εὐλαβὴς μονάζων, ᾖσε γηθοσύνως, τὸν θαυμαστόν σου ὕμνον.

Ἅπας προστρέχων, τῇ θαυμαστῇ σου Εἰκόνι, ἥτις Ἄξιόν ἐστι λέγεται Κόρη, πληροῦται εὐφροσύνης, λαμβάνων τὰς αἰτήσεις.

Σὲ θεῖον ὅρμον, ἐν τῇ θαλάσσῃ τοῦ βίου, ἐπιστάμενοι προστρέχομέν σοι πίστει, καὶ παντοίας ζάλης, λυτρούμεθα Παρθένε.

Ἴδε Παρθένε, ἡμᾶς ἐν ὄμματι θείῳ, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ ἐκδεχομένους, ἐκ ταύτης τὴν σὴν χάριν.

Ὠδὴ θ’. Κυρίως Θεοτόκον.

Μητράνανδρε Παρθένε, ὡς μανναδόχον στάμνον, τὴν σὴν ἁγίαν Εἰκόνα κατέχοντες, τῆς σῆς προνοίας τὸ μάννα ἀεὶ καρπούμεθα.

Οἱ πίστει σου τῇ θείᾳ, σπεύδοντες Εἰκόνι, ἐν ᾗ ὁ Ἄγγελος ᾖσε τὸν ὕμνον σου, πάσης ἀνάγκης Παρθένε θᾶττον ρυόμεθα.

Ὑμνεῖ ἅπας ὁ Ἄθως, καθ’ ἑκάστην ὥραν, τὰ μεγαλεῖα τὰ σὰ Παναμώμητε, σὺν τῷ Ἀγγέλῳ τὸ Ἄξιόν ἐστι ψάλλων σοι.

Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, Ὄρος τοῦ Ἄθω τὸν ἅγιον κλῆρόν σου, σκέπε καὶ σῶζε ἀπαύστως ἐκ πάσης θλίψεως.

Τὸ Ἄξιον ἐστὶ καὶ τὰ μεγαλυνάρια.

Χάριν ἀναβλύζει διηνεκῆ, ἡ θεία Εἰκών σου, ἐν ᾗ πρῶτον ὁ Γαβριήλ, ᾖσέ σου τὸν ὕμνον, ἐν παραδόξῳ τρόπῳ, ἣν προσκυνοῦντες Κόρη σὲ μεγαλύνομεν.

Χαίρει ὁ Πρωτάτου θεῖος ναός, ἔχων ἐν ἀδύτοις, τὴν Εἰκόνα σου τὴν σεπτήν, τὴν ὠνομασμένην, Ἄξιόν ἐστι Κόρη, ᾗ πίστει προσιόντες σὲ μεγαλύνομεν.

Ὤφθη ξένῃ θέᾳ ὁ Γαβριήλ, καὶ τὸν ἀποροῦντα, καθωδήγησε μοναστήν, ᾄδειν καὶ ὑμνεῖν σε, ὡς τοῦ Θεοῦ Μητέρα, καὶ ἐν πλαξὶ τὸν ὕμνον ξένως ἐτύπωσε.

Πάσῃ εὐλαβείᾳ τε καὶ σπουδῇ, ᾖραν ἐκ τοῦ Ἅδειν, τὴν Εἰκόνα σου τὴν σεπτήν, καὶ ταύτην Παρθένε, ναῷ τῷ τοῦ Πρωτάτου, ἐνίδρυσαν ἐν θρόνῳ, ὥσπερ βασίλισσαν.

Πᾶσιν ὃ ἐνήργησας θαυμαστῶς, ἐν Ἅδειν Παρθένε, ἐν τῷ Ὄρει σου τῷ σεπτῷ, ἐμφανὲς κατέστη, καὶ πᾶσα Ἐκκλησία, τὸ Ἄξιον ἐστὶ σοι, ψάλλει ἑκάστοτε.

Τεῖχος καὶ ὀχύρωμα ἀσφαλές, ἔσο Θεοτόκε, τῷ σῷ κλήρῳ τῷ εὐαγεῖ, πίστει καὶ ἀγάπη, ἀπαύστως ἀφορῶντι, πρὸς τὰς θαυματοβρύτους, θείας Εἰκόνας σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ἄξιον ἐστὶν ὡς ἀληθῶς, ψάλλοντες πολλῇ εὐλαβείᾳ, τῇ Θεομήτορι, ἅπαντες προσπέσωμεν, καὶ προσκυνήσωμεν, τὴν αὐτῆς χαριτόβρυτον, καὶ θείαν Εἰκόνα, πάντας ἁγιάζουσαν Ἁγίῳ Πνεύματι· Δέσποινα αὐτῇ ἐκβοῶντες, πλήρου τὰς δεήσεις ἁπάντων, τῶν ἀτενιζόντων τῇ πρεσβείᾳ σου.

Δίστιχον.

Ἄξιον ἐστὶν ἀνυμνεῖν σε Παρθένε
Γεράσιμος βοᾷ θερμῶς σοι προσπίπτων.

Ποιηθεῖς ἐν Ἁγίῳ Ὄρει ὑπὸ
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας


Πηγή: Ἀρχονταρίκιον

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Recent Posts

Ετικέτες

Αρχειοθήκη ιστολογίου